Κοντάκιον. Ήχος πλ. δ’.
Το προσταχθέν μυστικώς λαβών εν γνώσει,εν τη σκηνή του Ιωσήφ σπουδή επέστη,ο ασώματος λέγων τη Απειρογάμω.
ο κλίνας εν καταβάσει τους ουρανούς,χωρειται αναλλοιώτως όλος εν σοι.
Ον και βλέπων εν μήτρα σου,λαβόντα δούλου μορφήν,εξίσταμαι κραυγάζων σοι,
Χαίρε Νύμφη ανύμφευτε.
Έτερον. Ήχος ο αυτός.
Τη υπερμάχώ στρατηγώ τα νικητήρια,ως λυτρωθείσα των δεινών ευχαριστήρια, αναγράφω σοι η πόλις σου, Θεοτόκε.
αλλ’ ως έχουσα το κράτος απροσμάχητον,εκ παντοίων με κινδύνων ελευθέρωσον,ίνα κράζω σοι
Χαίρε Νύμφη ανύμφευτε.
ΟΙ ΟΙΚΟΙ
Άγγελος πρωτοστάτης,ουρανόθεν επέμφθη,ειπείν τη Θεοτόκω το Χαίρε, και συν τη ασωμάτω φωνή,
σωματούμενόν σε θεωρών, Κύριε,εξίστατο και ίστατο,κραυγάζων προς Αυτήν τοιαύτα
Χαίρε, δ’ ης η χαρά εκλάμψει,
χαίρε, δι’ ης η αρά εκλείψει.
Χαίρε, του πεσόντος Αδάμ η ανάκλησις,
χαίρε, των δακρύων της Εύας η λύτρωσις.
Χαίρε, ύψος δυσανάβατον αθρωπίνοις λογισμοίς,
χαίρε, βάθος δυσθεώρητον και αγγέλων οφθαλμοίς.
Χαίρε, ότι υπάρχεις Βασιλέως καθέδρα,
χαίρε, ότι βαστάζεις τον βαστάζοντα πάντα.
Χαίρε, αστήρ εμφαίνων τον ήλιον,
χαίρε, γαστήρ ενθέου σαρκώσεως.
Χαίρε, δι’ ης νεουργείται η κτίσις,
χαίρε, δι’ ης βρεφουργείται ο Κτίστης.
Χαίρε, Νύμφη ανύμφευτε.
Ακολουθία της γονυκλισίας την Κυριακή της Πεντηκοστής
ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ μετὰ τὸ Ἀμήν. ὁ Προεστὼς ἀναγινώσκει τὸν προοιμιακόν ψαλμόν.
Πληρωθέντος δὲ τοῦ Προοιμιακοῦ Ψαλμοῦ, λέγει ὁ Διάκονος τὴν μεγάλην συναπτήν, ἤτοι τὰ εἰρηνικὰ·
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον. [καὶ μετὰ ἀπὸ κάθε αἴτηση]
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὴν χάριν τοῦ ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν κλινόντων τὰς καρδίας αὐτῶν ἐνώπιον Κυρίου, καὶ τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἐνισχυθῆναι ἡμᾶς πρὸς τελείωσιν εὐαρεστήσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ καταπεμφθῆναι πλούσια τὰ ἐλέη αὐτοῦ ἐφ' ἡμᾶς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δεχθῆναι τὴν γονυκλισίαν ἡμῶν, ὡς θυμίαμα ἐνώπιον αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν χρῃζόντων τῆς πάρ' αὐτοῦ βοηθείας, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ: Σοὶ Κύριε.
ΙΕΡΕΥΣ:Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Διαβάστε περισσότερα: Ακολουθία του Εσπερινού τῆς Πεντηκοστής