Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμὸς καὶ τὸ Θεὸς Κύριος μετὰ τῶν στίχων αὐτοῦ. Εἶτα τὰ Τροπάρια:
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Ἀθλοφόρῳ οἱ πιστοὶ δεῦτε πάντες, εὐσεβοφρόνως προσπέσοντες βοῶμεν˙ Ἱερομάρτυς ἔνδοξε Χαράλαμπε ῥῦσαι τοὺς τιμῶντας σε, λοιμικῆς ἀσθενείας, πάσης περιστάσεως, καὶ δεινῶν καὶ κινδύνων, ταῖς πρὸς Χριστὸν λιταῖς σου, Ἀθλητά, σὲ γὰρ προστάτην κεκτήμεθα ἅπαντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός καὶ ὁ κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ταῖς πρὸς Χριστόν σου ἱεραῖς ἐντεύξεσι, Μάρτυς ἀοίδιμε, τῶν κινδύνων ῥῦσαι, καὶ δεινῆς κακώσεως, καὶ πάσης περιστάσεως, καὶ αἰσχρᾶς ἁμαρτίας, Ἱερομάρτυς Χαράλαμπες, καὶ τῶν δυσμενῶν κατακρίσεως.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ τῶν ἁπάντων Βασιλεὺς καὶ Κύριος, ψυχῆς σου τὸ φαεινόν, προειδῶς παμμάκαρ, λαμπρῶς καθωράϊσεν, ἱερωσύνῃ, Ἅγιε, διαπρέψαντα λίαν, εἶτα ἀθλήσεως λάμψεσι σὲ εἰς οὐρανοὺς προσελάβετο.
Δόξα.
Δόξῃ ἐνθέως διαπρέπων, ἔνδοξε, ἐν οὐρανοῖς κατοικεῖς, σὺν Ἀγγέλοις μάκαρ, καὶ Ἁγίων τάγμασι, δυσώπησον τὸν Κύριον, παῤῥησίαν ὡς ἔχων, ἡμᾶς ῥυσθῆναι κολάσεως, νόσου τε καὶ πάσης πωρώσεως.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ ὑπὲρ λόγον τὸν Θεὸν κυήσασα, Εὐλογημένη Ἁγνή, καὶ τῶν οὐρανίων, νοερὰ στρατεύματα, τῷ κάλλει Σου λαμπρύνουσα, Παναγία Παρθένε, καταύγασον τοὺς οἰκέτας Σου, πάσης ἐξελοῦσα σκαιότητος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Παναοίδιμε πόθῳ, σὲ ἀνυμνῶ Ἅγιε, τάχος τῶν κινδύνων καὶ σάλου, πάντας ἁπάλλαξον, ταῖς ἰκεσίαις σου, πρὸς τὸν Θεὸν καὶ εἰς ὅρμον, σωτηρίας εὔθυνον τοὺς σὲ γεραίροντας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ Θεὸς τῶν ἁπάντων, δημιουργὸς Κύριος, χάριν σοι παρέσχε θεόφρον, τὴν τῶν ἰάσεων ἣν σὺ ἐζήτησας, ὑπεραθλῶν αὐτοῦ πόθῳ, καὶ λαβὼν τοῖς δούλοις σου παράσχου Ἅγιε.
Δόξα.
Θειοτάτῃ προνοίᾳ, παρὰ Θεοῦ δέδοσαι πᾶσι τοῖς πιστῶς σε τιμῶσι, μάκαρ Χαράλαμπες˙ διὸ ἀπέλασον ἅπασαν νόσον καὶ βλάβην, χάριν παρεχόμενος τὴν ἐπουράνιον.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς Θεοῦ Σε Μητέρα, καὶ γηγενῶν καύχημα, πίστει ἀνυμνοῦμεν, Παρθένε, καὶ μακαρίζομεν, ῥῦσαι Πανάχραντε, τῆς ἐνεστώσης ἀνάγκης, τοὺς πιστῶς ὑμνοῦντάς Σε τὴν Ὑπερύμνητον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Σὺ Ἀθλητά, καταφυγή μου καὶ δύναμις, σὺ προστάτης, σύ μου καὶ ἀντίληψις, πλουτῶν σοφὲ ὄντως πρὸς Θεὸν, παῤῥησίαν μάκαρ, ὡς στεφανίτης ἀήττητος˙ διὸ καὶ πᾶσαν νόσον, ἀπελαύνων παράσχου, τοῖς πιστοῖς θείαν χάριν καὶ ἔλεος.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁλοσχερῶς, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, ὡς ὑπάρχων, ἱερεὺς θαυμάσιος, καὶ δυσμενῶν ὄπλα καὶ ἰσχύν, τῇ θείᾳ ἰσχύϊ, καταβαλὼν ἀξιΰμνητε, στεφάνων ἠξιώθης, οὐρανίων παμμάκαρ, διὸ ῥῦσαι ἡμᾶς πάσης θλίψεως.
Δόξα.
Ἰλέως σύ, Ἱερομάρτυς Χαράλαμπες, τοῖς σοῖς δούλοις, εἴης παμμακάριστε, διδοὺς αὐτοῖς χάριν δαψιλῆ, ταῖς σαῖς ἱκεσίαις, ἐλαύνων νόσους καὶ σκάνδαλα, καὶ χάριτος ἐνθέου, ἀξιῶν ὡς προστάτης, πᾶσαν νόσον καὶ βλάβην ἀπέλασον.
Καὶ νῦν. Θεοτοκίον.
Νοοῦντες Σοῦ, τὸ ὑπὲρ λόγον μυστήριον, Θεοτόκε, Ἄχραντε Θεόνυμφε, τῶν οὐρανῶν Τάγματα Σεμνή, θάμβει γεγηθότως, συνέχονται ἐκπληττόμενα˙ διὸ ἡμᾶς Κυρία, λοιμικῆς ἀσθενείας, καὶ κολάσεως ῥῦσαι Ὑπέραγνε.
ᾨδὴ ε΄. Ἵνα τί μὲ ἀπώσω.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑπερύμνητον μάκαρ, τὸν Θεὸν τῶν ἁπάντων σὺ ἀνεκήρυξας, λαμπρῶς ἐν τῷ σταδίῳ, Χαράλαμπες θεόφρον, Ὃν ἀεί καθικέτευε, τῶν ἐνεστώτων κακῶν, ῥῦσαι ἡμᾶς καὶ νόσων.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Νῦν σε Μάρτυς πλουτοῦντες, πρὸς Θεὸν τῶν ἁπάντων πρέσβυν θερμότατον, καὶ ἀεὶ παμμάκαρ ἱκετεύομεν ῥῦσαι τῶν θλίψεων, καὶ δεινῆς μανίας, τῆς ἐνεστώσης νόσου τάχους, καὶ κινδύνων καὶ πάσης κακώσεως.
Δόξα.
Ἱλασμὸν τῶν πταισμάτων, παρεχόμενος πᾶσι τοῖς εὐφημοῦσί σε, ταῖς λιταῖς σου Μάρτυς, τὴν μανίαν ἐν τάχει ἀπέλασον, μάκαρ πάσης νόσου, καὶ πάσης βλάβης καὶ κακίας, ἀξιῶν οὐρανίου λαμπρότητος.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς Θεὸν τετοκυῖα, Ὑπερύμνητε Κόρη Θεοχαρίτωτε, θαυμαστῶς ἰσχύεις, ὅσα βούλει Ὑπέραγνε Δέσποινα˙ διὸ πάντας ῥῦσαι, νόσου παντοίας καὶ γεένης, καὶ κολάσεως πάσης ἐξάρπασον.
ᾨδὴ ϛ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἁγίως τὴν βιοτὴν διήνυες, ἱερεὺς διατελῶν θεοκῆρυξ, εἶτα σοφέ, μαρτυρίου ἀγῶσιν, εἰς Οὐρανοὺς ἀνελήλυθας ἄριστε˙ διὸ λιταῖς σου πρὸς Χριστόν, πᾶσαν νόσον ἀπέλασον τάχιστα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ναόν σου τοῦ Παναγίου Πνεύματος, ἐγνωκότες οἱ πιστοὶ εὐφημοῦμεν, πάσης ὀργῆς, καὶ ἀνάγκης καὶ νόσων, καὶ τοῦ ἀώρου θανάτου ἀπάλλαξον, λιταῖς σου πρὸς τὸν Λυτρωτήν, Παναοίδιμε Μάρτυς Χαράλαμπες.
Δόξα.
Νοοῦντες τὴν παῤῥησίαν Ἅγιε, ἣν πλουτεῖς πρὸς τὸν Χριστὸν Ἀθλοφόρε, πίστει ἀεί, εὐφημοῦμεν σε μάκαρ, τὴν λοιμικὴν ἐξ ἀνθρώπων ἀπέλασον, μανίαν τὴν λυμαντικήν, ταῖς λιταῖς σου Χαράλαμπες ἔνδοξε.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ μόνη τὸν Λυτρωτὴν κυήσασα, Σὺ ὑπάρχεις Παναγία Παρθένε, Ὃν ἐκτενῶς, ὑπὲρ πάντων δυσώπει, οἰκτειρηθῆναι τῷ θείῳ ἐλέει Σου, τυχεῖν τε τῆς ἐν οὐρανῷ, ἀπολαύσεως δόξης καὶ χάριτος.
Διάσῳζε Ἱερομάρτυς τοὺς πίστει σε εὐφημοῦντας, ταῖς πρὸς Χριστὸν λιταῖς σου Χαράλαμπες, κινδύνων καὶ ἀσθενείας ἁπάσης.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίᾳ τῇ ἱερᾷ σου θεόπνευστε, ἱκεσίᾳ πρὸς τὸν Χριστὸν ἱερώτατε, οἰκτείρησον ἡμᾶς, Χαράλαμπες, σοφέ, δωρούμενος ἡμῖν τὴν λύσιν τῶν δυσχερῶν ἔνδοξε, ἀποσοβῶν πᾶσαν νόσον καὶ λοιμικὰς ἀσθενείας, ὡς ἀντιλήπτωρ τῶν πιστῶν, παναοίδιμε ὀξύτατος.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληνθυνθήσεται.
Στίχ. Πεφυτευμένοι ἐν τῷ Οἴκω Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἑξανθήσουσιν.
Εὐαγγελιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (ιε΄ 17-27 καὶ ιϛ΄ 1-2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει·ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν· Οὐκ ἔστι δοῦλος μείζων του Κυρίου αὐτοῦ· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν, εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον·νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον·νῦν δὲ καὶ ἐωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμω αὐτῶν˙ «Ὅτι ἐμίσησάν με δωρεάν». Ὅταν δὲ ἔλθη ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, (τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται), ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς, ἀλλ’ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ ἐγκαταλίπῃς με, παραπτωμάτων εἰς χάος, Ἀθλητὰ Χαράλαμπες, ἀλλὰ τάχος ἔξελε τῆς πωρώσεως˙ θλῖψις γὰρ ἔνδοξε, καὶ ἀχλὺς τήκει με, τῶν ἀπείρων παραπτώσεων, ὧν με ἀπάλλαξον, τάχος ἱερεῦ παναοίδιμε, πρὸς Κύριον πρεσβείαις σου, ὡς θερμὸς προστάτης τῶν δούλων σου, δέομαι θεόφρον, ἐπάκουσον ἡμῶν τῶν ταπεινῶν, ἐξαγαγὼν πάντας Ἅγιε, τῶν δεινῶν καὶ θλίψεων.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Σῶσον παμμάκαρ σοὺς οἰκέτας, περιστάσεως καὶ ζάλης ἐναντίας, ταῖς εὐχαῖς σου σοφέ, πρὸς Κύριον βοῶντας, εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Δόξα.
Ἅγιον Πάτερ τῶν Ἁγίων, καθικέτευε ὑπὲρ τῶν σὲ τιμώντων, ἁπαλλάττων αὐτούς, κακώσεως καὶ σάλου, εὐλογητὸς εἶ κράζοντας ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Καὶ νῦν. Θεοτοκίον.
Ἔτεκες Ἄχραντε Μαρία, τὸν ἀχώρητον Δεσπότην τῶν ἁπάντων, Ὃν ἀεὶ ὡς Υἱόν, ὑπὲρ ἡμῶν δυσώπει, νόσου καὶ πάσης θλίψεως, ἀπαλλᾶξαι Παναγία.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱκετεύει ὁ θεῖος Χαραλάμπης, Σὲ τὸν μόνον τῆς Δόξης Βασιλέα, ἀποσοβῆσαι λοιμικὴν ἀσθένειαν, τῶν ὑμνολογούντων, καὶ δοξολογούντων, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ τῶν ὅλων Θεὸς τρισὶ προσώποις, προσκυνούμενος οἰκτείρησον τὸν κόσμον, τοῦ Χαραλάμπους Σῶτερ ταῖς δεήσεσι, δέει Σε ὑμνοῦντα, καὶ δοξολογοῦντα, εἰς πάντας τοὺς αἰῶνας.
Δόξα.
Ἡ Θεότης Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ταῖς λιταῖς Χαραλάμπους πάντας ῥῦσαι, τῶν δυσχερῶν καὶ πάσης περιστάσεως, πίστει σε ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ Παρθένος καὶ μόνη Θεοτόκος, τὸν Παντάνακτα ἀλήκτως ἱκετεύει, ὑπὲρ ἡμῶν ῥυσθῆναι περιστάσεων, ἀνυμνολογούντων, ὡς Θεὸν τῶν ὅλων, Αὐτὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐξίστανται οἱ τύραννοι Ἀθλητά, θεωροῦντες τὴν χάριν τὴν ἔνθεον, τὴν ἐπὶ σοί, Μάρτυς ἐνεργοῦσαν ὑπερφυῶς, ἡνίκα ἐξηρτήθησαν, ἄνω εἰς ἀέρα καὶ ὁ τμηθείς, τὰς χεῖρας ἀοράτως, καὶ ξύλον τὸ βλαστῆσαν, ταῦτα θεώμενοι ἐξέστησαν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν νόσον τὴν λοιμώδη καὶ μιαράν, ἀπελαύνων, Χαράλαμπες ἔνδοξε, ῥῦσαι ἡμᾶς, πάσης δυσχερείας τῶν δυσμενῶν, δαιμόνων τε κακώσεως, πονηρῶν ἀνθρώπων καταδρομῆς, καὶ φθόνου καὶ μανίας, καὶ τῆς συκοφαντίας, καὶ τῆς κολάσεως, ἀοίδιμε.
Δόξα.
Τριάδα Ὑπερούσιον προσκυνῶν, σὺν Ἀγγέλοις Χαράλαμπες ἔνδοξε, ταῖς σαῖς λιταῖς, οἴκτειρον ἱκέτας σου ἱερέ, καὶ τοὺς ὑμνολογοῦντάς σε, πάντων ἀδοκήτων καὶ συμφορῶν, ἀπάλλαξον θεόφρον, παντοίας τε κακίας, καὶ τῆς γεένης παμμακάριστε.
Καὶ νῦν. Θεοτοκίον.
Κυρία τῶν Ἀγγέλων καὶ τῶν βροτῶν, καὶ ἁπάσης τῆς κτίσεως Δέσποινα, τῆς ἀπειλῆς, σάλου τε κακίας τῆς μιαρᾶς, καὶ βασκανίας Ἄχραντε καὶ ζηλοτυπίας τῆς βδελυρᾶς, ἀπάλλαξον ταχέως, τοὺς Σὲ δοξολογοῦντας, καὶ αἰωνίου κατακρίσεως.
Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Ἀθλοφόρων κλέος τὸ ἱερόν, Μάρτυρα Κυρίου, Χαραλάμπην νῦν οἱ πιστοί, ἐλατῆρα ὄντα, ἰσχυρὸν πάσης νόσου, καὶ παθῶν μετὰ πόθου ὑμνολογήσωμεν.
Αἴτημα ὑπάρχει Θαυματουργέ, τοῦτο σὸν θεόφρον, ἀπελαύνειν τὴν λοιμικήν, νόσον ἐξ ἀνθρώπων διὸ αὐτὴν ὀξέως, ἀπέλασον λιταῖς σου, καὶ πᾶσαν κάκωσιν.
Θρόνῳ παριστάμενος τῷ φρικτῷ, τοῦ Θεοῦ τῶν ὅλων, ἐκδυσώπει ὑπὲρ ἡμῶν, ῥύσασθαι κινδύνων, καὶ πάσης ἄλλης βλάβης, καὶ τῆς ἐπικειμένης ἡμῖν κολάσεως.
Χαραλάμπην πάντες τὸν θαυμαστόν, Ἱερομαρτύρων ἀγλάϊσμα τὸ φαιδρόν, πόθῳ εὐφημοῦντες, βοήσωμεν συντόνως, λιταῖς σου πρὸς τὸν Κτίστην, ἡμᾶς οἰκτείρησον.
Δεῦτε φιλομάρτυρες εὐλαβῶς, μνήμην Χαραλάμπους ἀνυμνήσωμεν τοῦ κλεινοῦ, πρὸς αὐτὸν βοῶντες, σοὺς δούλους σκέπε Μάρτυς, λοιμικῆς τε νόσου, καὶ πάσης θλίψεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς˙ πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν. Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες εἰς Σε, μὴ ἀστοχήσωμεν˙ ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων˙ Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς στῦλος ἀκλόνητος τῆς ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων τὴν σκοτόμαιναν μάκαρ˙ διὸ ἐν παῤῥησίᾳ Χριστῷ πρέβευε σωθῆναι ἡμᾶς.
Τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας ἐλεεῖς, Μάρτυς Χριστοῦ, τοὺς σοὶ προσδραμόντας ἐν πίστει, ταῖς ἱκεσίαις ταῖς σαῖς, Ἀθλητὰ Χαράλαμπες ἀξιοθαύμαστε˙ διὸ οἴκτειρον ἅπαντας, καὶ νῦν τοὺς σοὺς δούλους, τάχιστα ῥυόμενος, τῶν ἀδοκήτων δεινῶν, θλίψεως καὶ νόσου βαρείας, πάντων δυσχερῶν καὶ κινδύνων καὶ τῆς ἐν γεένῃ κατακρίσεως.
Ἦχος πλ. δ'.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β'.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.