ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ Εκτύπωση E-mail

 

 

 

 

panagia

 

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῆ Θεοτόκω το, Χαῖρε· (τρεῖς φορές) καί σύν τῆ ἀσωμάτω φωνῆ, σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καί ἵστατο, κραυγάζων πρός αὐτήν τοιαῦτα.

Χαῖρε, δἰ ἦς ἡ χαρά ἐκλάμψει· χαῖρε, δἰ ἦς ἡ ἀρά ἐκλείψει.

Χαίρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον, καί Ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι υπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τόν βαστάζοντα πάντα.

Χαῖρε, ἀστήρ ἐμφαίνων τόν Ἥλιον· χαῖρε, γαστήρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δἰ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δἰ ἧς βραφουργεῖται ὁ Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Βλέπουσα ἡ Ἁγία, ἑαυτήν ἐν ἁγνεία, φησί τῶ Γαβριήλ θαρσαλέω· Τό παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῆ ψυχῆ φαίνεται· ἀσπόρου γάρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων·

Ἀλληλούϊα

 

Γνῶσιν ἄγνωστον γνῶναι, ἡ παρθένος ζητοῦσα, ἐβόησε πρός τόν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν, Υἱόν πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Προς ἥν ἐκεῖνος ἔφησεν ἐν φόφω, πλήν κραυγάζων οὕτω·

Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις.

Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τό προοίμιον· χαῖρε, τῶν δογμάτων αὐτοῦ τό κεφάλαιον.

Χαῖρε, κλίμαξ ἐπουράνιε, δἰ ἥς κατέβη ὁ Θεός· χαῖρε, γέφυρα μετάγουσα τούς ἐκ γῆς πρός οὐρανόν.

Χαῖρε, τό τῶν Ἀγγελων πολυθρύλητον θαῦμα· χαῖρε, τό τῶν δαιμόνων πολυθρήνητον τραῦμα.

Χαῖρε, τό φῶς ἀῤῥήτως γεννήσασα· χαῖρε, τό πῶς, μηδένα διδάξασα.

Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν, καταυγάζουσα φρένας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρός σύλληψιν τῆ Ἀπειρογάμω· καί τήν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρόν ὑπέδειξεν ἡδύν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῶ ψάλλειν οὕτως·

Ἀλληλούϊα

 

Ἔχουσα θεοδόχον, ἡ Παρθένος τήν μήτραν, ἀνέδραμε πρός τήν Ἐλισάβετ· τό δέ βρέφος ἐκείνης εὐθύς, ἐπιγνόν τόν ταύτης ἀσπασμόν, ἔχαιρε· καί ἅλμασιν ὡς ἄσμασιν, ἐβόα πρός τήν Θεοτόκον.

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.

Χαῖρε, γεωργόν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργόν τῆς ζωῆς ἡμῶν φύουσα.

Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.

Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα· χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.

Χαῖρε, Θεοῦ πρός θνητούς εὐδοκία· χαῖρε, θνητῶν πρός Θεόν παῤῥησία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσήφ ἐταράχθη, πρός τήν ἄγαμόν σε θεωρῶν, καί κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθών δέ σου τήν σύλληψιν έκ Πνεύματος ἁγίου, ἔφη·

Ἀλληλούϊα

 

Ἥκουσαν οἱ Ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τήν ἔνσαρκον Χριστοῦ παρουσίαν· καί δραμόντες ὠς πρός Ποιμένα, θεωρούσι τοῦτον ὡς ἀμνόν ἄμωμον, ἐν τῆ γαστρί Μαρίας βοσκηθέντα, ἥν ὑμνοῦντες εἶπον.

Χαῖρε, ἀμνοῦ καί ποιμένος Μήτηρ· χαῖρε, αὐλή λογικῶν προβάτων.

Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον· χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.

Χαῖρε, ὅτι τά οὐράνια συναγέλλεται τῆ γῆ· χαῖρε, ὅτι τά ἐπίγεια συγχορεύει οὐρανοῖς.

Χαῖρε, τῶν Ἀποστόλων τό ἀσίγητον στόμα· χαῖρε, τῶν Ἀθλοφόρων τό ἀνίκητον θάρσος.

Χαῖρε, στερρόν τῆς πίστεως ἔρεισμα· χαῖρε, λαμπρόν τῆς χάριτος γνώρισμα.

Χαῖρε, δἰ ἧς ἐγυμνώθη ὁ Ἅδης· χαῖρε, δἰ ἧς ἐνεδύθημεν δόξαν.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Θεοδρόμον Ἀστέρα, θεωρήσαντες Μάγοι, τῆ τούτου ἠκολούθησαν αἴγλη· και ὡς λύχνον κρατοῦντες αὐτόν, δἰ αὐτοῦ ἠρεύνων κραταιόν Ἄνακτα· καί φθάσαντες τόν ἄφθαστον, ἐχάρησαν, αὐτῶ βοῶντες.

Ἀλληλούϊα

 

Ἴδον παῖδες Χαλδαίων, ἐν χερσί τῆς Παρθένου, τόν πλάσαντα χειρί τούς ἀνθρώπους· καί Δεσπότην νοοῦντες αὐτόν, εἰ καί δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καί βοῆσαι τῆ Εὐλογημένη.

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὑγή μυστικῆς ἡμέρας.

Χαῖρε, τῆς ἀπάτης τήν κάμινον σβέσασα· χαῖρε τῆς Τριάδος τούς μύστας φωτίζουσα.

Χαῖρε, τύραννον ἀπάνθρωπον, ἐκβαλοῦσα τῆς ἀρχῆς· Χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.

Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.

Χαῖρε, πυρός προσκύνησιν παύσασα· χαῖρε, φλογός παθῶν ἀπαλλάτουσα.

Χαῖρε, πιστῶν ὁδηγέ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Κήρυκες θεοφόροι γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τήν Βαβυλῶνα· ἐκτελέσαντές σου τόν χρησμόν, καί κηρύξαντές σε τόν Χριστόν ἅπασιν, ἀφέντες τόν Ἡρώδην ὡς ληρώδη, μή εἰδότα ψάλλειν.

Ἀλληλούϊα

 

Λάμψας ἐν τῆ Αἰγύπτω, φωτισμόν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τό σκότος· τά γάρ εἴδωλα ταύτης Σωτήρ, μή ἐνεγκαντά σου τήν ἰσχύν πέπτωκεν· οἱ τούτων δέ ῥυσθέντες, ἐβόων πρός τήν Θεοτόκον.

Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων.

Χαῖρε, τῆς ἀπάτης τήν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τόν δόλον ἐλέγξασα.

Χαῖρε, θάλασσα ποντίσασα, Φαραώ τόν νοητόν· χαῖρε, πέτρα ἡ ποτίσασα, τούς διψῶντας τήν ζωήν.

Χαῖρε, πύρινε στῦλε, οδηγῶν τούς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.

Χαῖρε, τροφής τοῦ Μάννα διάδοχε· χαῖρε τρυφῆς ἁγίας διάκονε.

Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἦς ῥέει μέλι καί γάλα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βράθος αὐτῶ, ἀλλ' ἐγνώσθης τούτῳ καί Θεός τέλειος· διόπερ ἐξεπλάγη, σου ήν ἄῤῥητον σοφίαν, κράζων:

Ἀλληλούϊα

 

Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ'  αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καί φυλάξας ταύτην, ὥσπερ ἦν ἄφθορον· ἵνα τό θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·

Χαῖρε, τό ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τό στέφος τῆς ἐγκρατείας.

Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε, τῶν Ἀγγέλων τόν βίον ἐμφαίνουσα.

Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ'  οὗ σκέπτονται πολλοί.

Χαῖρε, κυοφοροῦσα ὁδηγόν πλανωμένοις· χαῖρε, ἀπογεννῶσα λυτρωτήν αἰχμαλώτοις.

Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις· χαῖρε, πολλῶν πταιόντων συγxώρησις.

Χαῖρε, στολή τῶν γυμνῶν παῤῥησίας· χαῖρε, στοργή πάντα πόθον νικῶσα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Ξένον τόκον ἰδόντες, ξενοθῶμεν τοῦ κόσμου, τόν νοῦν εἰς αὐρανόν μεταθέντες· διά τοῦτο γάρ ὁ ὑψηλός Θεός, ἐπί γῆς ἐφάνη ταπεινός ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρός τό ὕψος, τούς αὐτῶ βοῶντας·

Ἀλληλούϊα

 

Ὅλως ἦν ἐν τοῖς κάτω, καί τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος. Λόγος· συγκατάβασις γάρ Θεϊκή, οὐ μετάβασις δέ τοπική γέγονε· καί τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα·

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.

Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.

Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπί τῶν Χερουβείμ· χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπί τῶν Σεραφείμ.

Χαῖρε, ἡ τἀναντία εἰς ταὐτό ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καί λοχείαν ζευγνῦσα.

Χαῖρε, δἰ ἧς ἐλύθη παράβασις· χαῖρε, δἰ ἧς ἠνοίχθη Παράδεισος.

Χαῖρε, ἡ κλείς τῆς Χριστοῦ Βασιλείας· χαῖρε, ἐλπίς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τό μέγα, τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τόν ἀπρόσιτον γάρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτόν ἄνθρωπον, ἡμῖν μέν συνδιάγοντα, ἀκούοντα δέ παρά πάντων οὕτως·

Ἀλληλούϊα

 

Ρήτορας, πολυφθόγγους ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπί σοί Θεοτόκε· ἀποροῦσι γάρ λέγειν το, πῶς και Παρθένος μένεις, καί Παρθένος μένεις, καί τεκεῖν ἴσχυσας· ἡμεῖς δέ τό Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν.

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε προνοίας αὐτοῦ ταμεῖον.

Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἀλέγχουσα.

Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοί συζητηταί· χαῖρε, ὅτι ἐμαράνθυσαν οἱ τῶν μύθων ποιηταί.

Χαῖρε, τῶν Ἀθηναίων τάς πλοκάς διασπῶσα· χαῖρε, τῶν ἁλιέων τάς σαγήνας πληροῦσα.

Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλούς ἐν γνώσει φωτίζουσα

Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμήν τῶν τοῦ βίου πλωτήρων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Σῶσαι θέλων τόν κόσμον, ὁ τῶν ὅλων Κοσμήτωρ, πρός τοῦτον αὐτεπάγγελτος ἦλθε· καί ποιμήν ὑπάρχων ὡς Θεός, δἰ ἡμάς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος· ὁμοίω γάρ τό ὅμοιον καλέσας, ὡς θεός ἀκούει.

Ἀλληλούϊα

 

Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καί πάντων τῶν εἰς σά προστρεχόντων· ὁ γάρ τοῦ οὐρανοῦ καί τῆς γῆς, κατεσκεύασέ σε Ποιητής Ἄχραντε, οἰκήσας ἐν τῆ μήτρα σου, καί πάντας σοι προσφωνεῖν διδάξας.

Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας.

Χαῖρε, ἀρχηγέ νοητῆς ἀναπλάσεως· χαῖρε, χορηγέ θεϊκῆς ἀγαθότητος.

αῖρε, σύ γάρ ἀνεγέννησας τούς συλληφθέντας αἰσχρώς· χαῖρε, σύ γάρ ἐνουθέτησας τούς συληθέντας τόν νοῦν.

Χαῖρε, ἡ τόν φθορέα τῶν φρενῶν καταργούσα· χαῖρε, ἡ τόν σπορέα τῆς ἁγνείας τεκοῦσα.

Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως· χαῖρε, πιστούς Κυρίω ἁρμόζουσα.

Χαῖρε, καλή κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυμφοστόλε Ἁγίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Ὕμνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῶ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γάρ τῆ ψάμμω ὠδάς, ἄν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς σοί βοῶσιν.

Ἀλληλούϊα

 

Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρώμεν τήν ἁγίαν Παρθένον· τό γάρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρός γνῶσιν θεϊκήν ἅπαντάς, αὐγῆ τόν νοῦ φωτίζουσα, κραυγῆ δέ τιμωμένη ταῦτα.

Χαῖρε, ἀκτίς νοητοῦ Ἡλίου· χαῖρε, βολίς τοῦ ἀδύτου φέγγους.

Χαῖρε, ἀστραπή τάς ψυχάς καταλάμπουσα· χαῖρε, ὡς βροντή τούς ἐχθρούς καταπλήττουσα.

Χαῖρε, ὅτι τόν πολύφωτον ἀνατέλλεις φωτισμόν' χαῖρε, ὅτι τόν πολύρρυτον ἀναβλύζεις ποταμόν.

Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τόν τύπον· χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τόν ρύπον.

Χαῖρε, λουτήρ ἐκπλύνων συνείδησιν· χαῖρε, κρατήρ κιρνῶν ἀγαλλίασιν.

Χαῖρε, ὀσμή τῆς Χριστοῦ εὐωδίας· χαῖρε, ζωή μυστικής εὐωχίας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δἰ ἑαυτοῦ, πρός τούς ἀποδήμους τῆς αὑτοῦ χάριτος· καί σχίσας τό χειρόγραφον, ἀκούει παρά πάντων οὕτως.

Ἀλληλούϊα

 

Ψάλλοντές σου τόν Τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε· ἐν τῆ σῆ γάρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῆ χειρί Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας.

Χαῖρε, σκηνή τοῦ Θεοῦ καί Λόγου· χαῖρε, Ἁγία Ἁγίων μείζων.

Χαῖρε, Κιβωτέ χρυσωθεῖσα τῶ Πνεύματι· χαῖρε, θησαυρέ τῆς ζωής ἀδαπάνητε.

Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν· χαῖρε, καύχημα σεβάσμιον Ἱερέων εὐλαβῶν.

Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε, τῆς βασιλείας τό ἀπόρθητον τεῖχος.

Χαῖρε, δἰ ἧς ἐγείρονται τρόπαια· χαῖρε, δἰ ἧς ἐχθροί καταπίπτουσι.

Χαῖρε, χρωτός τοῦ ἐμοῦ θεραπεία· χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Ὤ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τόν πάντων Ἀγίων ἁγιώτατον Λόγον (τρεῖς φορές) δεξαμενή τήν νῦν προσφοράν, ἀπό πάσης ρῦσαι συμφορᾶς ἅπαντάς· καί τῆς μελλούσης λύτρωσαι κολάσεως, τούς σοί βοῶντας.

Ἀλληλούϊα

 

 
< Προηγ.   Επόμ. >

Τα νέα μας

Στό Ἐνοριακό Κέντρο τῆς ἐνορίας μας θά πραγματοποι...
ΕΝΟΡΙΑΚΟ ΚΕΝΤΡΟ ΣΤΗΡΙΞΗΣ ΟΙΚΟΓΕΝΕΙΑΣ   Τό ...
  ΘΕΙΕΣ ΛΕΙΤΟΥΡΓΙΕΣ ΜΗΝΟΣ OKTΩΒΡΙΟΥ   1/10...
    ΛΑΤΡΕΥΤΙΚΕΣ  ΕΥΚΑΙΡΙΕΣ ...