ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ Εκτύπωση E-mail

 ΛΟΓΟΣ ΙΗ΄ Περί ὑπομονῆς.

 

Ψυχή, ὑπόμεινον καὶ μακροθύμησον ἐν πειρασμοῖς, καὶ μὴ πτοηθῇς˙ οὐ μὴ γὰρ ἐάσῃ σε Κύριος πειρασθῆναι ὑπὲρ δύνασαι, ἀλλὰσὺντῷπειρασμῷ, ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαί σε ὑπενεγκεῖν.

                Θάρσει τοιγαροῦν, ὦψυχή, καὶ μὴ ἐκλύου ἐν πειρασμοῖς περιπίπτουσα, ἀλλεὐφραίνου μᾶλλον καὶ ἀγαλλία ὅτι φιλάνθρωπον καὶ πανάγαθον δεσπότην ἔχεις· καὶ μὴ ἀχαρίστου μηδὲ ἐπιλανθάνου τῶν ἀῤῥήτων εὐεργεσιῶν τοῦ σοῦ εὐεργέτου· οὗτος γὰρ διὰ τὴν πολλὴν καὶ ἀνεξιχνίαστον αὐτοῦ ἀγαθότητα, χαίρων ᾀεὶ ἐπὶ τῇ σωτηρίᾳ τῶν ἀνθρώπων.

                Ψυχή, ὑπόμεινον καὶ παρακάλεσον τὴν καρδίαν σου, λύπην δε, μακρὰν ἀπόστησον ἀπὸ σοῦ, πολλοὺς γὰρ ἀπέκτεινε καὶ ἀπώλεσε, καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτῇ. Καρδία λυπηρά, ἐλαττοῖ ἡμέρας καθὼς φησὶν Σολομών· «πραΰθυμος ἀνήρ, καρδίας ἰατρός· σὴς δὲ ὀστέων καρδία αἰσθητικὴ καὶ πάλιν καρδία εὐφραινομένη, εὐεκτεῖν ποιεῖ· ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται ὀστᾶ». Ψυχή, μακροθύμησον καὶ μὴδῶς εἰς λύπην τὴν σὴν καρδίαν· ὥσπερ γὰρ ἔστιν ὄξος ἕλκει ἀσύμφορον, καὶ καπνὸς ὄμμασιν, οὕτω καρδία λυπηρὰ οὐ συμφέρει, ἀλλὰ μᾶλλον ἀπόλλυσι· καὶ ὥσπερ ἰὸς σίδηρον δαπανᾷ καὶ ἀφανίζει, οὕτω λύπη ἀφανίζει ψυχὴν ἀνυπομόνητον, γέγραπται γάρ· «ὥσπερ σὴς ἱματίῳ, καὶ σκώληξ ξύλῳ, οὕτω λύπη ἀνδρὸς βλάπτει καρδίαν»· Ψυχή, φύγε τὸν δαίμονα τῆς λύπης, αὕτη γάρ ἐστι μήτηρ τῆς βλασφημίας καὶ τῆς ἀπογνώσεως καὶ μὴ ἐκλύου, μὴ ὑποτάσσου αὐτῷ· ἀλλὰ περίσωζεσε αυτὴν ἀνδρείως, ἐν ὑπομονῇ κραταιᾷ, καὶ ἐλπίδι βεβαίᾳ καὶ ἀνδρίζου καὶ κραταιοῦ.

                Ταῦτα διαλογίζου, καὶ μὴ λυποῦ ἐπὶ τῷ ἐπελθόντι σοι μικρῷ τούτῳ πειρασμῷ. Ἀλλεὐχαρίστει μᾶλλον, εἰ γὰρ καὶ ἠδικήθης παρὰ τῶν ἀνθρώπων, ἀλλὰ μὴ ὀλιγώρει· ὅτι Θεὸς τούτων ἀμοιβήν, μειζόνως ἀνταποδώσει σοι, ἐὰν περ ἄρα μετὰ εὐχαριστείας ὑπομένῃς.

                Ψυχή, κἄν ὑβρισθῇς καὶ ὀνειδισθῇς παρὰ τῶν ἀνθρώπων, μὴ φοβηθῇς ἀλλὰ μακροθύμησον καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττῶ· ὡς γὰρ ἱμάτιον παλαιωθήσονται ὑπὸ χρόνων καὶ ὡς ἔργα καταβρωθήσεται ὑπὸ σητός, καὶ ὡσεὶ καπνὸς ἐκλείποντες ἐκλείψουσι, καὶ ὡσεὶ φύλλα ξηρανθέντες ἐκπεσοῦνται· τὸ δὲ ἔλεος τοῦ Κυρίου ἐπὶ τοὺς ὑπομένοντας αὐτόν, οὐ παρασαλεύσεται, ἀλλεἰς τὸν αἰῶνα μένει, καὶ τὸ σωτήριον αὐτοῦ εἰς γενεὰς γενεῶν. Λοιπὸν μὴ ἀκηδιάσῃς, ἀλλὑπόμεινον τὸν Κύριον, καὶ αὐτὸς ἐλεήσει καὶ ἀντιλήψεταί σου, χρόνον γὰρ μικρὸν ἐγκατέλιπέ σε, ἵνα ἐκ τῶν ἀνομιῶν σου καθαρισθήσῃ, ὕστερον δὲ μετὰ ἐλέους μεγάλου ἐλεήσει σε· γὰρ ἐπαγαγὼν τὰ κακὰ ἡμῖν, ἐξελεῖται ἡμᾶς ἐκ τῶν χειρῶν τῶν ψυχοφθόρων δαιμόνων, καὶ οὐ μὴ ἀπώσηται εἰς τέλος· αὐτὸς γὰρ εἴρηκε διὰ τοῦ προφήτου· «ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέῳ αἰωνίῳ ἐλεήσω σε». Βάδιζε, ψυχή μου, πρὸς τὸν Κύριον, βάδιζε καὶ θάρσει καὶ βόησον πρὸς τὸν Θεὸν τὸν αἰώνιον καὶ αὐτὸς ἐξελεῖταί σε ἐκ πάσης θλίψεως καὶ κατασκηνώσει σε ἐν σκηναῖς δικαίων, ὅπου εὐφροσύνη ἀπέραντος, ἧς γένοιτο ἡμᾶς ἀξιωθῆναι, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 
< Προηγ.   Επόμ. >

Τα νέα μας

https://youtu.be/XWp5Z2EWsmw?t=1 ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ & ΤΟΥ ΧΡΟΝΟΥ ΠΑ...
ΕΝΟΡΙΑΚΟ ΚΕΝΤΡΟ ΣΤΗΡΙΞΗΣ ΟΙΚΟΓΕΝΕΙΑΣ Τό προσκλ...
  IOYNIΟΣ 2017   1/6       Πέμπτη         Ἰο...
  ΛΑΤΡΕΥΤΙΚΕΣ ΕΥΚΑΙΡΕΙΕΣ Ὄρθρος:       ...