Πνευματικά Κείμενα

(Ποίημα Ἰσιδώρας Μοναχῆς, Καθηγουμένης Ἱ. Μονῆς Ἁγ. Ἱεροθέου Μεγάρων)

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμὸς καὶ τὸ Θεὸς Κύριος μετὰ τῶν στίχων αὐτοῦ. Εἶτα τὰ Τροπάρια:
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀνδρειοφρόνως τῆς σαρκός σου τὴν λέπραν, καθυπομείνας ὡς Ἰὼβ Νικηφόρε, τῆς σῆς ψυχῆς ἐξήγνισας, λαμπρῶς τὴν στολήν·τέλεον τὴν κλίμακα, ἀρετῶν δὲ ἀνέβης, φθάσας τῇ ἀσκήσει σου, πολιτείαν Ἀγγέλων ἀδιαλείπτως ψάλλων τῷ Θεῷ˙ Σοὶ δόξα πρέπει, Τριὰς ὁμοούσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς˙
Χαῖρε Νικηφόρε λεπρῶν καινὴ λαμπρότης.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Χαρίτων τὸ σκεῦος τὸ καθαρόν, χιόνος ἁπάσης τὸν λευκότερον τῇ ψυχῇ, λεπρὸν Νικηφόρον δεῦτε πάντες καθαρωτάταις ᾠδαῖς μεγαλύνωμεν.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀγάπης σφραγῖδα τὴν ἱεράν, τῆς πίστεως δρόμον τὸν τελέσαντα ἀνδρικῶς, ἐλπίδι τῆς ἄνω Βασιλείας·νῦν Νικηφόρον λεπρὸν μακαρίσωμεν.
Δόξα.
Ἱδρῶσιν ὁσίας σου ἀγωγῆς, ψυχήν σου τὴν θείαν Νικηφόρε παναληθῶς, ποιήσας χρυσίου λαμπροτέραν·εἰς τοῦ Θεοῦ σου τὰς χεῖρας παρέθηκας.
Καὶ νῦν. Θεοτοκίον.
Ῥημάτων ἀῤῥήτων τοῦ Γαβριήλ, ἀκούσασα Κόρη Παναγία πανευπειθῶς, Θεὸν ἀπεκύησας τῷ κόσμῳ·παρακοήν τε τῆς Εὔας ἠνόρθωσας.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐκ τῆς Κρήτης προῆλθες, ὡς νεαυγὴς ἥλιος, πᾶσαν δὲ τὴν γῆν ἀνταυγείαις, τῆς πολιτείας σου, καινοποιεῖς εὐπρεπῶς, υἱὲ φωτὸς Νικηφόρε, καὶ παθῶν τὴν ζόφωσιν, λύεις ἑκάστοτε.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Νουνεχῶς Μοναζόντων, τρίβον στενὴν ἤνυσας, πάσῃ ἐγκρατείᾳ παμμάκαρ, ἐνδιαιτώμενος, καὶ Ἀσωμάτων χορούς, φθάσας σαρκὶ Νικηφόρε, ἀληθῶς ἐτίμησας, σχῆμα ἰσάγγελον.
Δόξα.
Ἰαμάτων ὁ ἔχων, τὸ ἀχανὲς πέλαγος, καὶ ἐν ἀσθενείᾳ παιδεύων, οὓς παραδέχεται, ὡς ἀνοθεύτους υἱούς, Χριστὸς σαρκός σοι τὴν λέπραν, Νικηφόρε δέδωκε, φίλτρου εἰς πίστωσιν.
Καὶ νῦν. Θεοτοκίον.
Κυριώνυμε Κόρη, κόσμου παντὸς Δέσποινα, τὴν δεδουλωμένην ψυχήν μου, τοῖς παραπτώμασι, ταῖς Μητρικαῖς σου λιταῖς, δεῖξον παθῶν ἀνωτέραν, εἰς τὴν πρώτην δόξαν μου, πάλιν ἀνάγουσα.
Ἰάτρευσον, ἡμῶν τὰ πάθη πρεσβείαις σου Νικηφόρε, ὁ βαστάσας τῆς σῆς σαρκὸς ἀνδρείως τὴν λέπρωσιν, εἰς τέλειον μέτρον τῆς καρτερίας.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Ὀδύνας μακράς, τῆς λέπρας ἐκαρτέρησας, γενναίᾳ ψυχῇ, καὶ γνώμῃ καρτερόφρονι, τῷ Θεῷ φθεγγόμενος·Νικηφόρε ᾆσμα γηθόμενος, καὶ μεγαλύνων χείλεσιν ἁγνοῖς, τὴν θείαν ἀπαύστως ἀγαθότητα.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡδονὰς τὰς τοῦ σώματος, πάσῃ ἐγκρατείᾳ πολιτευόμενος· Νικηφόρε ἀπενέκρωσας, τὸ δὲ πνεῦμα θείως ἀνεζώωσας.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Φερωνύμως τῆς κλήσεως, τῆς ἐπουρανίου μάκαρ γενόμενος· Νικηφόρε κατενίκησας, παρατάξεις πάσας τοῦ ἀλάστορος.
Δόξα.
Ὀφθαλμῶν σου τὴν πήρωσιν, φέρων Νικηφόρε ἔνδον σου ἔβλεπες ἐπιλάμψεις θείου Πνεύματος, καὶ λαμπρῶν ἀκτίνων φῶς ἀπρόσιτον.
Καὶ νῦν. Θεοτοκίον.
Ῥητορεύσεις πεπλήρωνται, τῶν προφητευόντων ἐν Σοὶ Πανάμωμε ἀπειράνδρως γὰρ ἐκύησας, Ὅνπερ πάλαι οὗτοι προηγόρευσαν.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔστησας τὸν νοῦν, ἐπὶ πέτραν τοῦ Κυρίου σου, Νικηφόρε διὸ ἔμεινας στεῤῥός, ὥσπερ ἀδάμας, ἀλγηδόσι μὴ πτοούμενος.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Λέπραν τῆς σαρκός, ὡς Ἰὼβ ἐνεκαρτέρησας˙ διὸ λάμπεις Νικηφόρε τῇ ψυχῇ, ὑπὲρ χρυσίον, καὶ ἀργύριον πολύτιμον.
Δόξα.
Ἔθηκας Θεῷ, Νικηφόρε τὴν ἐλπίδα σου, ὀρφανῶν τε καὶ χηρῶν προασπιστῇ, πατρῴων σπλάγχνων, παρ’ οὗ εὗρες τὴν ἀντίληψιν.
Καὶ νῦν. Θεοτοκίον.
Πύργος ὀχυρός, κατ’ ἐχθρῶν ὑπάρχεις Δέσποινα, καταῤῥάττουσα αὐτῶν τὰς μηχανάς, ὡς τετοκυῖα, τὸν ἰσχύϊ ἀπροσμέτρητον.

ᾨδὴ ϛ ´. Τὴν δέησιν.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥωννύμενος, τοῦ Θεοῦ τῇ χάριτι, ἐκ παθῶν τῶν χαμερπῶν Νικηφόρε·τὸ ἀσθενές, τῆς σαρκός σου ἐδέξω, ὡς τῆς Θεοῦ συμπαθείας τὸ δώρημα τοῦ στέργοντος τὴν τῶν βροτῶν·σωτηρίαν δι’ οἶκτον ἀμέτρητον.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς λύχνον σε, τῆς Τριάδος ἔγνωμεν, Νικηφόρε ἐπὶ ὄρους τεθέντα·καὶ ἱλαρῶς, διαχέοντα πᾶσι, τὸν φωτισμὸν καὶ τὴν αἴγλην τοῦ Πνεύματος· τὴν λύουσαν ἀχλύν παθῶν καὶ φαιδρύνουσαν γῆς τὰ πληρώματα.
Δόξα.
Νενίκηκας, τοῦ ἐχθροῦ ὑψώματα, Νικηφόρε ταπεινώσει σου θείᾳ ὅτι ψυχῇ, εὐχαρίστῳ ἐδέξω, τῇ σῇ σαρκὶ ἀλγηδόνας καὶ στίγματα καὶ γέγονας παναληθῶς τῆς χιόνος ἀμέτρως λευκότερος.
Καὶ νῦν. Θεοτοκίον.
Κοιλία σου, ἡ ἁγία γέγονε, Μαριὰμ τῶν οὐρανῶν πλατυτέρα ὅτι Θεός, ἐν αὐτῇ ἐχωρήθη, Ὃν οὐρανοῦ οὐ χωροῦσι τὰ πέρατα Αὐτὸν δυσώπει μητρικῶς τῆς παθῶν με ῥυσθῆναι στενώσεως.

Ἰάτρευσον, ἡμῶν τὰ πάθη πρεσβείαις σου Νικηφόρε, ὁ βαστάσας τῆς σῆς σαρκός, ἀνδρείως τὴν λέπρωσιν, εἰς τέλειον μέτρον τῆς καρτερίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β´. Προστασία τῶν χριστιανῶν.
Ἀσθενείας τὴν στενὴν ὁδὸν ἐπεβάδισας, Νικηφόρε καὶ ὁλοσχερῶς ἠκολούθησας, τὸν Δεσπότην ὡς εὐπειθὴς καὶ ἄξιος υἱός ζυγὸν τούτου δὲ τὸν ἐλαφρόν, καὶ τὸ φορτίον τὸ χρηστόν, ἐν τοῖς ὤμοις ἐβάστασας χαίρων ὅθεν εἰσῆλθες, εἰς δόξης τῆς αἰωνίου, τὰς καταπαύσεις τὰς τερπνάς, χαρμοσύνως ἀγαλλόμενος.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στιχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ.: Ἐλέησόν με, ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός Σου καὶ κατὰ τὸ πλήθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κλίμακα οὐράνιον, τῶν ἀρετῶν Νικηφόρε, λογισμῷ θεόφρονι, καὶ ψυχῆς στεῤῥότητι ἀναβέβηκας ὡς Ἰὼβ ἔφερες, τῆς σαρκὸς γὰρ λέπραν, καὶ ὀμμάτων σου τὴν πήρωσιν πληγὰς καὶ στίγματα, καὶ τὴν τῶν μελῶν πᾶσαν κάκωσιν εἰς ὕψος δὲ αἰρόμενος, τὰ τῶν οὐρανίων ἑώρακας κάλλη καὶ τὴν δόξαν, ἣν Κύριος ἡτοίμασε Θεός, τοῖς ἐκτελοῦσιν ἑκάστοτε Αὐτοῦ τὰ προστάγματα.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀδιάλειπτον ἔσχες, προσευχὴν ὥσπερ ἔργον ἐν βίῳ ἄριστον, δι’ ἧς Θεῷ ὡμίλεις, Ἀγγέλων πολιτείαν, Νικηφόρε μιμούμενος· ὁ τῶν πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰθυνόμενος μάκαρ, παρ’ Ἀνθίμου τοῦ πάνυ ἐν Χίῳ ἤνυσας, ἀσκήσεως τὸν δρόμον, καὶ τρόπαια μεγάλα, Νικηφόρε ἐπέγραψας· διὸ στεφάνους χειρί, ἐδέξω ζωηφόρῳ.
Δόξα.
Νέμων θείας εὐχάς σου, Νικηφόρε Κυρίῳ τὸ μεσονύκτιον, μετέωρος ἐπήρθης, ξενίσας μαθητήν σου, σὲ ἰδόντα Εὐμένιον·μεθ’ οὗ τὸν ὕμνον Θεῷ, προσάγεις εἰς αἰῶνας.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ τοῦ μάννα σε στάμνος, ἀληθῶς προετύπου Παρθενομῆτορ Ἁγνή, καὶ γὰρ ἐν τῇ γαστρί σου, ἐφύλαξας τὸν Ἄρτον, τῆς ζωῆς τὸν Οὐράνιον Χριστὸν ψυχὰς τῶν πιστῶν, ἐκτρέφοντα ἀῤῥήτως.

ᾨδὴ η´. Τὸν Βασιλέα.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Λόγοις σου θείοις, καὶ νουθεσίαις σοφαῖς σου, ταῖς ψυχαῖς θλιβομένων γλυκεῖαν, τὴν παρηγορίαν, παρεῖχες Νικηφόρε.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀκτημοσύνης, σὲ θησαυρὸν Νικηφόρε ἀσφαλῆ καὶ μεγάλον πλουτοῦμεν, ὅτι τῇ καρδίᾳ, πτωχὸς μάκαρ ἐγένου.
Δόξα.
Μακρὰν τὰ ὄντα, ὡσεὶ ἐγγὺς ἐνοπτρίζου, ψυχικοῖς ὀφθαλμοῖς Νικηφόρε, ὅτι διοράσει, τῇ θείᾳ ἐκοσμήθης.
Καὶ νῦν. Θεοτοκίον.
Πεποικιλμένη, τῇ θείᾳ δόξῃ Παρθένε, Βασιλεῖ δεξιόθεν παρέστης, τῷ ἐπουρανίῳ, ὡς Δέσποινα τοῦ κόσμου.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥαδίως τὸ φορτίον, λέπρας βαρυτάτης, ᾦ Νικηφόρε βαστάσας, εἰς πόλιν Θεοῦ, τὴν ἐλευθέραν μετέβης, κούφως πτερούμενος.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ σπόρος Νικηφόρε, τοῦ Εὐαγγελίου, εἰς ἀγαθῆς καὶ καλῆς σου, καρδίας τὴν γῆν, γεωργηθεὶς τὸν πολύχουν, στάχυν ἐποίησεν.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸν λύχνον τῆς ψυχῆς σου, πλήσας Νικηφόρε, ὑπομονῆς ἐν ἐλαίῳ, Νυμφίος Χριστός, χορῷ φρονίμων παρθένων, σὲ συνηρίθμησεν.
Δόξα.
Ἡ θήκη σῶν λειψάνων, βλύζει Νικηφόρε, τοῦ Παρακλήτου τὴν χάριν, ὀσμήν τε ζωῆς, τοῖς εὐλαβῶς προσκυνοῦσι, ταύτην ἑκάστοτε.
Καὶ νῦν. Θεοτοκίον.
Σελήνη Θεοτόκε, ὡς παμφαεστάτη, ἐξανατέλλεις τῷ κόσμῳ, τὸ ἄδυτον φῶς, ὡς τετοκυῖα τῆς Δόξης, τὸν μέγαν Ἥλιον.

Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

Ἵνα αἰωνίου σε χαρμονῆς, μέτοχον ποιήσῃ ὁ Δεσπότης ἐν οὐρανοῖς, μάστιγας καὶ θλίψεις ἐν βίῳ σοι τῆς λέπρας·ἐδίδου Νικηφόρε, πατὴρ ὡς εὔσπλαγχνος.

Στάθμην σὲ ἐγνώκαμεν ἀκριβῆ, ταπεινοφροσύνης ἐγκρατείας ὑπογραμμόν, στῦλον ἀγρυπνίας ὑπακοῆς ἐργάτην εὐχῆς τε Νικηφόρε, μέγαν διδάσκαλον.

Ἴσχυσας γενναίως ὡς ὁ Ἰώβ, ἐν τῇ καρτερίᾳ Νικηφόρε τῶν ἀλγεινῶν˙ ὅθεν σὺν ἐκείνῳ ἀγάλλει αἰωνίως·ἀφράστῳ θεοπτίᾳ, μεγαλυνόμενος.

Δεῦρο φιλοχρίστων θεία πληθύς, τοῦ Χριστοῦ τὸν φίλον Νικηφόρον νῦν τὸν λεπρόν ὕμνοις ἐγκωμίων κοσμήσωμεν ἀξίως, ὡς θείας καρτερίας, πύκτην πανάριστον.

Ὥριμος ὡς βότρυς ἐν τοῖς ληνοῖς, πανωδύνου λέπρας Νικηφόρε ἀποθλιβείς, ἔδωκας τὸν οἶνον τῶν ἀρετῶν τὸν θεῖον· εὐφραίνοντα καρδίας, τῶν εὐφημούντων σε.

Ῥάβδον τῆς δυνάμεως τοῦ Θεοῦ, ἔχων Νικηφόρε βακτηρίαν ὡς κραταιάν, ἔδραμες εὐτόνως τὴν στενωπὸν τοῦ βίου·εἰς θείων σκηνωμάτων πλάτος ἀπάγουσαν.

Ἄκμων ὡς ὑπάρχων ὑπομονῆς, ἄκαμπτος ἐδείχθης Νικηφόρε ἐν τοῖς δεινοῖς, καὶ ἐν τῷ χαλκείῳ δοκιμασθεὶς τῶν πόνων, χρυσίου ἀπαστράπτεις, πάνυ λαμπρότερον.

Σήμερον δυνάμεις Ἀγγελικαί, χαίρουσιν ὁρῶσαι Νικηφόρου θείαν ψυχήν, θρόνῳ τοῦ Δεσπότου σὺν τούτοις παρεστῶσαν·καὶ δόξῃ ἐλλαμφθεῖσαν, τῆς καθαρότητος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς˙ πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν. Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες εἰς Σε, μὴ ἀστοχήσωμεν˙ ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων˙ Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Νικηφόρου Ὁσίου, τοῦ λεπροῦ τὰ παλαίσματα, καὶ τὴν ἐν ἀσκήσει ἀνδρείαν, κατεπλάγησαν Ἄγγελοι· ὡς ἄλλος γὰρ Ἰὼβ τὰ ἀλγεινά, ὑπέμεινε δοξάζων τὸν Θεόν, νῦν δὲ δόξῃ ἐστεφάνωται παρ’ Αὐτοῦ, θαυμάτων διακρίσεσιν. Χαίροις τῶν Μοναστῶν χειραγωγέ˙ χαίροις φωτὸς ὁ πρόβολος· χαίροις ὁ εὐωδίας χαρμονήν, προχέων ἐκ λειψάνων σου.

Τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις καρτερίας Ἀθλητά, τῆς παρηγορίας ὁ λύχνος, ἐλπίδος θεία εἰκών, πίστεως ἐκσφράγισμα, ἀγάπης πλήρωμα·προσευχῆς ὁ διδάσκαλος, κανὼν ἐγκρατείας, πλοῦτος πολυέραστος, τῆς καθαρότητος. Λέπρας παιδευθεὶς τῇ καμίνῳ, λάμπεις Νικηφόρε τῷ κόσμῳ·τοῦ χρυσοῦ ἀμέτρως θαυμαστότερον.
Ἦχος πλ. δ'.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β'.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος Οἰκτίρμων.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δίστιχον Ἀκροτελεύτιον

Ἰσιδώρα, καὶ ἔλεός μοι πλούσιον
Ὦ Νικηφόρε Ὅσιε, λεπρῶν ἡ κοσμιότης,
δέχου πτωχήν μου δέησιν κράζει σοι
παράσχου σαῖς πρεσβείαις.